Πρωτότυπο Κείμενο
πίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμῖτις· ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί. Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι; Ἡ ἐρχομένη ὡς  χοροὶ τῶν παρεμβολῶν.
1α Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι; Ἡ ἐρχομένη ὡς  χοροὶ τῶν παρεμβολῶν.
1β Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θυγάτερ Ναδάβ· ρυθμοὶ μηρῶν ὁμοιοι ὀρμίσκοις, ἔργον τεχνίτου·
2 Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θυγάτερ Ναδάβ· ρυθμοὶ μηρῶν ὁμοιοι ὀρμίσκοις, ἔργον τεχνίτου·
3 : 2 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ στερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις·
4 : 3 δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
5 : 4 ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ·
6 : 5 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
7 : 6 Τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη, ἐν τρυφαῖς σου;
8 : 7 Τοῦτο μέγεθός σου, ὡμοιώθης τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
9 : 8 Εἶπα· ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κατήσω τῶν ὄψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ρινός σου ὡς μῆλα 
9α καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός,
9β πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἰκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.
10 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἰκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.
11 : 10 Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
12 : 11 Ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις·
13 : 12 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοι.
14 : 13 Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά, ἀδελφιδέ μου, τήρησά σοι.