Πρωτότυπο Κείμενο
αὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσια καὶ παλακαὶ τριακόσιαι. Καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας,
2 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
3 Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ.
4 Καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
5 Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν
6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων,
7 καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.
8 Καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Λαυὶδ ὁ πατὴρ αὐτοῦ.
9 Καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς
10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι, ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὐδ' ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
11 Καὶ εἶπε Κύριος πρὸς Σαλωμών· ἀνθ' ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
12 Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν.
13 Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην.
14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἄδερ τὸν Ἰδουμαῖον καὶ τὸν Ἐσρὼμ υἱὸν Ἐλιαδαέ, τὸν ἐν Ραεμμὰθ Ἀδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ' αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. Καὶ Ἄδερ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ·
15 καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ
16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ-
17 καὶ ἀπέδρα Ἄδερ, αὐτὸς καὶ πάντες ἄνδρες ᾿Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἄδερ παιδάριον μικρόν.
18 Καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ' ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν Ἄδερ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ.
19 Καὶ εὗρεν Ἄδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω.
20 Καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Ἄδερ τὸν Γανηβάθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
21 Καὶ Ἄδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Ἄδερ πρὸς Φαραώ· ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
22 Καὶ εἶπε Φαραὼ τῷ Ἄδερ· τίνι σὺ ἐλαττονῇ μετ' ἐμοῦ; Καὶ ἰδοὺ σὺ ζητεῖς ἀπέλθεῖν εἰς τὴν γῆν σου. Καὶ εἶπεν αὐτῷ Ἄδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἄδερ εἰς τὴν γῆν αὐτοῦ. Αὕτη ἡ κακία, ἣν ἐποίησεν Ἄδερ· καὶ ἐβαρυθύμησεν ἐν Ἰσραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ Ἐδώμ.
23 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σολωμὼν τὸν Ραζὼν υἱὸν Ἐλιαδαὲ τὸν Βαραμεὲθ Ἀδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ.
24 Καὶ συνηθροίσθησαν ἐπ' αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς, καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ
25 καὶ ἐγένετο ἀντικείμενος τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών.
26 Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρα δοῦλος Σαλωμών.
27 Καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῄρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
28 Καὶ ὁ ἄνθρωπος Ἱεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.
29 Καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἱεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ καὶ εὗρεν αὐτὸν Ἀχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ.
30 Καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ' αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ρήγματα
31 καὶ ἐπὶ τῷ Ἱεροβοάμ· λάβε σεαυτῷ δέκα ρήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα.
32 Καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλον μου Δαυὶδ καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ,
33 ἀνθ' ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὖθες ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
34 Καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλον μου, ὃν ἐξελεξάμην αὐτόν.
35 Καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα,
36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὸ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.
37 Καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
38 Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἄν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὀδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ.
40 Καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ἱεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανε Σαλωμών.
41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών;
42 Καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.
43 Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβάτ,- καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ - κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὅρει Ἐφραίμ.
44 Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.