Πρωτότυπο Κείμενο
γένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ  τοῦ  πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ Ἁβραάμ· ἐπορεύθη  δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.
2 Ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς  εἰς  Αἴγυπτον·  κατοίκησον δὲ ἐν τῇ  γῇ, ᾗ ἄν  σοι εἴπω.
3 Καὶ  παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ  γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου,  ὃν ὤμοσα  τῷ Ἁβραὰμ τῷ πατρί σου.
4 Καὶ πληθυνῶ τὸ σπέρμα  σου  ὡς τοὺς ἀστέρας  τοῦ οὐρανοῦ  καὶ  δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὸ ἔθνη τῆς γῆς,
5 ἀνθ' ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
6 Κατῴκησε δὲ Ἰσαὰκ ἐν Γεράροις.
7 Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
8 Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ.
9 Ἐκάλεσε δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστίν; Τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; Εἶπε δὲ αὐτῷ Ἰσαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι' αὐτήν.
10 Εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; Μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ' ἡμᾶς ἄγνοιαν.
11 Συνέταξε δὲ Ἀβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται.
12 Ἔσπειρε δὲ ᾿Ισαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἐκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.
13 Καὶ ὑψώθη ὁ ἄνθρωπος. Καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
14 ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. Ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ,
15 καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.
16 Εἶπε δὲ Ἀβιμέλεχ  πρὸς Ἰσαάκ· ἄπελθε ἀφ' ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
17 Καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ.
18 Καὶ πάλιν Ἰσαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τοῦ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.
19 Καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὖρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
20 Καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. Καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
21 Ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐχθρία.
22 Ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἔτερον,καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
23 Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὄρκου.
24 Καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγὼ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι' Ἁβραὰμ τὸν πατέρα σου.
25 Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες ᾿Ισαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων.
26 Καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν  ἀπὸ Γεράρων καὶ Ὁχοζάθ, ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως  αὐτοῦ.
27 Καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· ἵνα τί ἤλθετε πρός με; Ὑμεῖς δὲ ἐμισήσατέ με καὶ  ἐξαπεστείλατέ με  ἀφ' ὑμῶν.
28 Οἱ δὲ εἶπαν· ἰδόντες  ἑωράκαμεν, ὅτι ἦν Κύριος  μετὰ σοῦ, καὶ  εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον  ἡμῶν ἀνὰ  μέσον  σοῦ, καὶ διαθησόμεθα, μετὰ σοῦ διααθήκην,
29 Μὴ ποιῆσαι μεθ' ἡμῶν  κακὸν,  καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ἀπὸ Κυρίου.
30 Καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον·
31 Καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ' αὐτοῦ μετὰ σωτηρίας.
32 Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ.
33 Καὶ ἐκάλεσεν αὐτὸ ὅρκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὄρκου ἕως τῆς σήμερον ἡμέρας.
34 Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα Ἰουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα Ἐλὼν Χετταίου.
35 Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ρεβέκκᾳ.