Πρωτότυπο Κείμενο
πὶ τοὺς ἀλλοφύλους. (Μασ. ΜΖ' 1-7).  Τάδε λέγει Κύριος:
2 ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν.
3 Ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν
4 ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. Καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολοθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων.
5 Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίφη Ἀσκάλων καὶ οἱ κατάλοιποι Ἐνακίμ.
6 Ἕως τίνος κόψεις, ἡ μάχαιρα τοῦ Κυρίου; Ἕως τίνος οὐχ ἡσυχάσεις; Ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι.
7 Πῶς ἡσυχάσει; Καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι.
Τῇ Ἰδουμαίᾳ.
(Μασ. Μθ', 7-22). Τάδε λέγει Κύριος· οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν,
8 ἠπατήθη ὁ τόπος αὐτῶν. Βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ' αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ' αὐτόν.
9 Ὅτι τρυγηται ἦλθόν σοι, οἳ οὐ καταλείψουσί σοι κατάλειμμα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσι χεῖρα αὐτῶν.
10 Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὺτοῦ, καὶ οὐκ ἔστιν
11 ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσητε· καὶ ἐγὼ ζήσομαι, καὶ αἱ χῆραι ἐπ' ἐμὲ πεποίθασιν.
12 Ὅτι τάδε εἶπε Κύριος· οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθωωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι·
13 ὅτι κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.
14 Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε· συνάχθητε καὶ παραγένεσθε εὶς αὐτήν, ἀνάστητε εἰς πόλεμον.
15 Μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐαταφρόνητον ἐν ἀνθρώποις.
16 Ἡ παιγνία σου ἐνεχείρησέ σοι, ἰταμία καρδίας σου κατέλυσε τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε·
17 καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ' αὐτὴν συριεῖ.
18 Ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπε Κύριος παντοκράτωρ, οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱοὶ ἀνθρώπου.
19 Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ' αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε. Ὅτι τίς ὥσπερ ἐγώ; Καὶ τίς ἀντιστήσεταί μοι; Καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου;
20 Διὰ τοῦτο ἀκούσατε βουλὴν Κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν· ἐὰν μὴ συμψηθῶσι τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ' αὐτοὺς κατάλυσις αὐτῶν·
21 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη.
22 Ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ' ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδίᾳ γυναικὸς ὠδινούσης.