Πρωτότυπο Κείμενο
ῇ Μωάβ.
Οὕτως εἶπε Κύριος· οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο. Ἐλήφθη  Καριαθέμ, ᾐσχύνθη Ἀμάθ καὶ ἡττήθη.
2 Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ , γαυρίαμα ἐν Ἐσεβών· ἐλογίσαντο ἐπ' αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται, ὄπισθέν σου βαδιεῖται μάχαιρα.
3 Ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναίμ, ὄλεθρος καὶ σύντριμμα μέγα·
4 συνετρίβη Μωάβ, ἀναγγείλατε εἰς Ζογόρα,
5 ὅτι  ἐπλήσθη  Ἀλώθ ἐν κλαυθμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὠρωναίμ, κραυγὴν συντρίμματος ἠκούσατε·
6 φεύγετε καὶ σώσατε τὰς ψυχὰς ἡμῶν καὶ  ἔσεσθε  ὥσπερ ὄνος ἄγριος ἐρήμῳ. 
7 Ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασί σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα.
8 Καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλῶν, καὶ ἐξολοθρευθήσεται ἡ πεδινὴ, καθὼς εἶπε Κύριος.
9 Δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἀναφθήσεται, καὶ πᾶσα αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ;
10 Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ' αἵματος.
11 Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπε.
12 Διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι.
13 Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ' αὐτοῖς.
14 Πῶς ἐρεῖτε· ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά;
15 Ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν·
16 ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα.
17 Κινήσατε αὐτῷ, πάντες κυκλόθεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε· πῶς συνετρίβη βακτηρία εὐκλεής, ράβδος μεγαλώματος ;
18 Κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ, καθημένη Δαιβών· ἐκτριβήσεται, ὅτι ὤλετο Μωάβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου.
19 Ἐφ' ὀδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἶπον· τε ἐγένετο;
20 Κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνών, ὅτι ὤλετο Μωάβ·
21 καὶ κρίσις ἔρχεται εἰς τὴν γῆν Μεισὼρ ἐπὶ Χελὼν καὶ Ρεφὰς καὶ Μωφὰθ
22 καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαῦ καὶ ἐπ' οἶκον Δαιβλαθαὶμ
23 καὶ ἐπὶ Καριαθαὶμ καὶ ἐπ' οἶκον Γαιμὼλ καὶ ἐπ' οἶκον Μαὼν
24 καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ καὶ πόρρω καὶ τὰς ἐγγύς.
25 Κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρρν αὐτοῦ συνετρίβη.
26 Μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός.
27 Καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραήλ; Ἢ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν;
28 Κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ, ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου.
29 Ἤκουσα ὕβριν Μωάβ, ὕβρισε λίαν ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ.
30 Ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησε.
31 Διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν, βοήσατε ἐπ' ἄνδρας κειράδας αὐχμοῦ·
32 ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημά, κλήματά σου διῆλθε θάλασσαν, Ἰαζὴρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε.
33 Συνεψήθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αἰδάδ.
34 Ἀπὸ κραυγῆς Ἐσεβὼν ἔως Ἐλεαλὴ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως Ὠρωναίμ καὶ Ἀγλαθ - Σαλισία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.
35 Καὶ ἀπολῶ τὸν Μωάβ, φησὶ Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ.
36 Διὰ τοῦτο καρδία μου, Μωάβ, ὥσπερ αὐλοὶ βομβήσουσι, καρδία μου ἐπ' ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου.
37 Πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.
38 Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ ταῖς πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωάβ, φησὶ Κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστι χρεία αὐτοῦ.
39 Πῶς κατήλλαξε; Πῶς ἔστρεψε νῶτον Μωάβ; Ἠσχύνθη καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσι τοῖς κύκλῳ αὐτῆς.
40 Ὅτι οὕτως εἶπε Κύριος·
41 ἐλήφθη Ἀκκαριώθ, καὶ τὰ ὀχυρώματα συνελήφθη·
42 καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη.
43 Παγὶς καὶ φόβος καὶ βόθυνος ἐπί σοι, καθήμενος Μωάβ·
44 ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλληφθήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς.