Πρωτότυπο Κείμενο
αὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραὴλ
2 καὶ ἐρεῖς· τί ἡ μήτηρ σου; Σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήθη, ἐν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὐτῆς.
3 Καὶ ἀπεπήδησεν εἶς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε.
4 Καὶ ἤκουσαν κατ' αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.
5 Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν,
6 καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε·
7 καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσε καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ.
8 Καὶ ἔδωκαν ἐπ' αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορῷ αὐτῶν συνελήφθη·
9 καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθε πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ.
10 Ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ρόᾳ ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ.
11 Καὶ ἐγένετο αὐτῇ ράβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς.
12 Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐρρίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ράβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτήν.
13 Καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ·
14 καὶ ἐξῆλθε πῦρ ἐκ ράβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέφαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ράβδος ἰσχύος. Φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶ καὶ ἔσται εἰς θρῆνον.