Πρωτότυπο Κείμενο
ότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ  μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
2 Ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ καὶ τετευχὼς σκιάς; Ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
3 Οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομένοι μοι εἰσιν.
4 Ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; Ὡς δ' ἂν ἀναστῶ, πάλιν· πότε ἑσπέρα; Πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.
5 Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
6 Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι.
7 Μνήσθητι οὖν ὅτι νεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
8 Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμι
9 ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. Ἐὰν γὰρ ἄνθρωπος καταβῇ ᾅδην, οὐκέτι μὴ ἀναβῇ,
10 οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδ' οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
11 Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκη ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12 Πότερον θάλασσα εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν;
13 Εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου.
14 Ἐκφοβεῖς με ἐνυπνίοις καὶ ὁράμασί με καταπλήσσεις.
15 Ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου·
16 οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
17 Τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν
18 ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωῒ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
19 Ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνη;
20 Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; Διατὶ ἔθου με κατεντευχτήν σου, εἰμὶ δὲ ἐπί σοι φορτίον;
21 Καὶ διατὶ οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; Νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί.