Πρωτότυπο Κείμενο
ἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; 
2 Ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν ὠδῖνας δὲ αὐτῶν ἔλυσας; 
3 Ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; Ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;
4 Ἀπορρήξουσι τὰ τέκνα αὐτῶν πληθυνθήσονται ἐν γεννήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
5 Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;
6 Ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·
7 καταγελῶν πολυοχλίας πόλεως μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,
8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλοροῦ ζητεῖ.
9 Βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου;
10 Δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;
11 Πέποιθας δὲ ἐπὶ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχύς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;
12 Πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἄλωνα;
13 Πτέρυξ τερπομένων νεέλασα ἐὰν συλλάβῃ ἀσίδα καὶ νέσσα·
14 ὅτι ἄφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει
15 καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει·
16 ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου·
17 ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει.
18 Κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
19 Ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλω αὐτοῦ φόβον;
20 Περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ;
21 Ἀνορύσσων ἐν πεδίῳ γαυριᾶ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ·
22 συναντῶν βασιλεῖ καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου·
23 ἐπ' αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα,
24 καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ·
25 σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. Πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλμασι καὶ κραυγῇ.
26 Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθαρῶν τὰ πρὸς νότον;
27 Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται
28 ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;
29 Ἐκείσε ὧν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι·
30 νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὖ δ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.