Πρωτότυπο Κείμενο
αὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανε.
2 Καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν.
3 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν οὕτω, καὶ αὐτὸς ἔθλιψε τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσιν ἔτη.
4 Καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.
5 Καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὅρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἀσραὴλ εἰς κρίσιν.
6 Καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτὸν οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών;
7 Καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς χεῖράς σου.
8 Καὶ εἶπε πρὸς αὐτὴν Βαράκ· ἐὰν πορευθῇς μετ' ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετ' ἐμοῦ.
9 Καὶ εἶπε· πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα. Καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαράκ ἐκ Κάδης.
10 Καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ ἀνέβη Δεββώρα μετ' αὐτοῦ.
11 Καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές.
12 Καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ εἰς ὄρος Θαβώρ.
13 Καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν.
14 Καὶ εἶπε Δεββώρα πρὸς Βαράκ· ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρᾳ, ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἐμπροσθέν σου. Καὶ κατέβη Βαρὰκ κατὰ τὸ ὄρος Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
15 Καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ρομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγε τοῖς ποσῖν αὐτοῦ.
16 Καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισώθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ρομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
17 Καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀναμέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου.
18 Καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ· ἔκκλινον, κύριέ μου, ἔκκλινον πρός με, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτὴν εἰς τὴν σκηνήν. Καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.
19 Καὶ εἶπε Σισάρα πρὸς αὐτήν· πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλον αὐτόν.
20 Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρός σε καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ· εἰ ἔστιν ὧδε ἀνήρ; Καὶ ἐρεῖς· οὐκ ἔστι.
21 Καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν, τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε.
22 Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. Καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐρριμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ.
23 Καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρα ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ.
24 Καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναάν, ἕως οὐ ἐξωλόθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν.