Πρωτότυπο Κείμενο
αὶ ἐπορεύθη Ἀβιμέλεχ υἱὸς Ἱεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς  αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων·
2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχέμ· τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἱεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; Καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι.
3 Καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβιμέλεχ, ὅτι εἶπαν· ἀδελφὸς ἡμῶν ἐστι.
4 Καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ, καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.
5 Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθὰ καὶ ἀπέκτεινε τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἱεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωάθαμ υἱὸς Ἱεροβάαλ ὁ νεώτερος. Ὄτι ἐκρύβη.
6 Καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλὼν καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Ἀβιμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις.
7 Καὶ ἀνηγγέλη τῷ Ἰωάθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὅρους Γαριζὶν καὶ ἐπῇρε τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε καὶ εἶπεν αὐτοῖς· ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ Θεός.
8 Πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἡμῶν.
9 Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· μὴ ἀπολείψασα τὴν ποιότητά μου, ἐν ᾖ δοξάσουσι τὸν Θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;
10 Καὶ εἶπον τὰ ξύλα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ' ἡμῶν.
11 Καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθά, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;
12 Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον· δεῦρο βασίλευσον ἐφ' ἡμῶν.
13 Καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;
14 Καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ράμνω· δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν.
15 Καὶ εἶπεν ἡ ράμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ' ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλοι πῦρ ἀπ' ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.
16 Καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
17 ὡς  παρετάξατο    πατήρ  μου  ὑπὲρ ὑμῶν καὶ ἐξέρριψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας καὶ  ἐρρύσατο ἡμᾶς ἐκ χειρὸς Μαδιάμ,
18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ βασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι,
19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἱεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ' ὑμῖν.
20 Εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼν καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν καὶ καταφάγοι τὸν Ἀβιμέλεχ.
21 Καὶ ἔφυγεν Ἰωάθαμ καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ.
22 Καὶ ἦρξεν Ἀβιμέλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη.
23 Καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβιμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ,
24 τοῦ ὑπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ἱεροβάαλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ Ἀβιμέλεχ τὸν ἀδελφὸν αὐτῶν, ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ.
25 Καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα, ὃς παρεπορεύετο ἐπ' αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλῃ τῷ βασιλεῖ Ἀβιμέλεχ.
26 Καὶ ἦλθε Γαὰλ υἱὸς Ἰωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων.
27 Καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν Ἐλλουλὶμ καὶ εἰσήνεγκαν εἰς οἶκον Θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Ἀβιμέλεχ.
28 Καὶ εἶπε Γαὰλ υἱὸς Ἰωβήλ· τίς ἐστιν Ἀβιμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχέμ, ὅτι δουλεύσομεν αὐτῷ; Οὐχ υἱὸς Ἱεροβάαλ, καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; Καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
29 Καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; Καὶ μεταστήσω τὸν Ἀβιμέλεχ καὶ ἐρῶ πρὸς αὐτόν· πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.
30 Καὶ ἤκουσε Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γαὰλ υἱοῦ Ἰωβὴλ καὶ ὠργίσθη θυμῷ αὐτός.
31 Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβιμέλεχ ἐν κρυφῇ λέγων· ἰδοὺ Γαὰλ υἱὸς Ἰωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπί σέ·
32 καὶ νῦν ἀνάστηθι νυκτός, σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ,
33 καὶ ἔσται τὸ πρωῒ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα, ἂν εὕρῃ ἡ χείρ σου.
34 Καὶ ἀνέστη Ἀβιμέλεχ καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς.
35 Καὶ ἐξῆλθε Γαὰλ υἱὸς Ἰωβὴλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Ἀβιμέλεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου.
36 Καὶ εἶδε Γαὰλ υἱὸς Ἰωβὴλ τὸν λαὸν καὶ εἶπε πρὸς Ζεβούλ· ἰδοὺ λαὸς καταβαίνει ἀπὸ τῶν κεφαλῶν τῶν ὀρέων, καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας.
37 Καὶ προσέθετο ἔτι Γαὰλ τοῦ λαλῆσαι καὶ εἶπεν· ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται δι' ὁδοῦ Ἠλωνμαωνενίμ.
38 Καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· καὶ ποῦ ἐστι τὸ στόμα σου ὡς ἐλάλησας, τίς ἐστιν Ἀβιμέλεχ, ὅτι δουλεύσομεν αὐτῷ; Μὴ οὐχὶ οὗτος ὁ λαός, ὃν ἐξουδένωσας; Ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ.
39 Καὶ ἐξῆλθε Γαὰλ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρετάξατο πρὸς Ἀβιμὲλεχ.
40 Καὶ ἐδίωξεν αὐτὸν Ἀβιμέλεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης.
41 Καὶ εἰσῆλθεν Ἀβιμέλεχ ἐν Ἀρημά· καὶ ἐξέβαλε Ζεβοὺλ τὸν Γαὰλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ.
42 Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς  εἰς τὸν ἀγρόν, καὶ ἀνήγγειλε τῷ Ἀβιμέλεχ.
43 Καὶ ἔλαβε τὸν λαόν, καὶ  διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς κοὶ ἐνήδρευσεν ἐν ἀγρῷ· καὶ εἶδε καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς.
44 Καὶ Ἀβιμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ' αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς.
45 Καὶ Ἀβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐπέκτεινε καὶ τὴν πόλιν καθεῖλε καὶ ἔσπειρεν αὐτὴν ἅλας.
46 Καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχὲμ καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβερίθ.
47 Καὶ ἀνηγγέλη τῷ Ἀβιμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ.
48 Καὶ ἀνέβη Ἀβιμέλεχ εἰς ὄρος Ἑρμὼν καὶ πᾶς ὁ λαὸς ὁ μετὰ αὐτοῦ, καὶ ἔλαβεν Ἀβιμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψε κλάδον ξύλου καὶ ᾖρε καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ εἶπε τῷ λαῷ τῷ μετ' αὐτοῦ· ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ.
49 Καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Ἀβιμέλεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί, καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
50 Καὶ ἐπορεύθη Ἀβιμὲλεχ ἐκ Βαιθηλβερὶθ καὶ παρενέβαλεν ἐν Θήβης καὶ κατέλαβεν αὐτήν.
51 Καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
52 Καὶ ἦλθεν Ἀβιμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
53 Καὶ ἔρριψε γυνὴ μία κλάσμα ἐπιμύλιον ἐπὶ κεφαλὴν Ἀβιμέλεχ καὶ ἔκλασε τὸ κρανίον αὐτοῦ.
54 Καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ· σπάσον τὴν ρομφαίαν μου καὶ θανάτωσόν με, μὴ ποτε εἴπωσι· γυνὴ ἀπέκτεινεν αὐτόν. Καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανε.
55 Καὶ εἶδεν ἀνὴρ Ἰσραὴλ ὅτι ἀπέθανεν Ἀβιμέλεχ, καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
56 Καὶ ἐπέστρεψεν ὁ Θεὸς τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ.
57 Καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ Θεὸς εἰς κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ' αὐτοὺς ἡ κατάρα Ἰωάθαμ υἱοῦ Ἱεροβάαλ.