Πρωτότυπο Κείμενο
αὶ ἐβόησεν ἀνὴρ Ἐφραίμ, καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ἰεφθάε·  διατὶ παρῆλθες παρατάξασθαι ἐν υἱοῖς  Ἀμμὼν  καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; Τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
2 Καὶ εἶπε πρὸς αὐτοὺς Ἰεφθάε· ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
3 Καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμών, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ' ἐμὲ ἐν τῇ ἡμέρα ταύτῃ παρατάξασθαι ἐν ἐμοί;
4 Καὶ συνέστρεψεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ Ἐφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραίμ, ὅτι εἶπαν, οἱ διασωζόμενοι τοῦ Ἐφραίμ ἡμεῖς, Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ.
5 Καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ, καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραίμ· διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ· μὴ Ἐφραθίτης εἶ; Καὶ εἶπεν· οὔ.
6 Καὶ εἶπαν αὐτῷ· εἶπον δή Στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως. Καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκεῖνα ἀπὸ Ἐφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες.
7 Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη. Καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ.
8 Καὶ ἔκρινε μετ' αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισσὰν ἀπὸ Βαιθλεέμ.
9 Καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ κοὶ τριάκοντα θυγατέρες, ἂς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρες εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν, καὶ ἔκρινε τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.
10 Καὶ ἀπέθανεν Ἀβαισσὰν καὶ ἐτάφη ἐν Βαιθλεέμ.
11 Καὶ ἔκρινε μετ' αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα ἔτη.
12 Καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῆ Ζαβουλών.
13 καὶ ἔκρινε μετ' αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης.
14 Καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. Καὶ ἔκρινε τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.
15 Καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὅρει τοῦ Ἀμαλήκ.