Πρωτότυπο Κείμενο
ροσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων  περιφρονῆσαι αὐτούς,  ἀλλὰ καὶ τῶν τῆς τῶν ἀδελφῶν φιλαδελφίας παθῶν κρατῆσαι.
2 Ὦ βασιλέως λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι.
3 Ὦ ἱερᾶς καὶ εὐαρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας.
4 Οὐδεὶς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν,
5 ἀλλὰ πάντες ὥσπερ ἐπ' ἀθανασίας ὁδὸν τρέχοντες, ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον.
6 Καθάπερ γὰρ χεῖρες καὶ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται, οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς μιᾶς τῆς ἀθανάτου τῆς εὐσεβείας κινούμενοι πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον.
7 Ὦ πανάγιε συμφώνων ἀδελφῶν ἕβδομος· καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιΐας ἡμέραι περὶ τὴν εὐσέβειαν,
8 οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες.
9 Νῦν ἡμεῖς ἀκούοντες τὴν θλῖψιν τῶν νεανιῶν ἐκείνων φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλ' οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῇς λόγον, ἄλλα καὶ πάσχοντες ἐνεκαρτέρουν, καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις·
10 ὧν τί ἂν γένοιτο ἐπαλγέστερον; Ὀξεῖα γὰρ καὶ σύντομος ἡ τοῦ πυρὸς οὖσα δύναμις ταχέως διέλυε τὰ σώματα.
-11 Καὶ μὴ θαυμαστὸν ἡγεῖσθε, εἰ ὁ λογισμὸς περιεκράτησε τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων· 
12 ἡ μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ἐκείνων ὑπήνεγκε τὰς ἐφ' ἐν ἑκάστῳ τῶν τέκνων στρέβλας.
13 Θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν ἡ τῆς φιλοτεκνίας στοργὴ ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάθειαν.
14 Ὅπου γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις.
15 Καὶ γὰρ τῶν πετεινῶν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοσσῶν,
16 τὰ δὲ κατὰ τὰς κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει·
17 εἶ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιϊπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ, ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθ' ὃν δύναται τρόπον βοηθεῖ τοῖς τέκνοις.
18 Καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι τὴν πρὸς τὰ τέκνα συμπάθειαν;
19 Ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καθάπερ σιδήρω τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν καὶ ἐπαμύνουσιν ἕως θανάτου·
20 Ἀλλ' οὐχὶ τὴν τοῦ Ἁβραὰμ ὁμόψυχον τῶν νεανιῶν μητέρα μετεκίνησε συμπάθεια τῶν τέκνων.