Πρωτότυπο Κείμενο
ἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γηραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινε τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων, ὁμολογουμένως αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
2 Ἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθῶν ἄνδρες ἐπεκράτησαν, ἄλλα καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησε.
3 Καὶ οὐχ οὕτως οἱ περὶ τὸν Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ ἡ κατὰ τὸν Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς ἡ τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις, ὁρῶσαν αὐτῆς οὕτως ποικίλως τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους.
4 Ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσε τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ.
5 Καὶ γὰρ τοῦτο ἐπιλογίσασθε, ὅτι εἰ δειλόψυχος ἦν ἡ γυνή, καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπ' αὐτοῖς καὶ ἴσως ἂν ταῦτα οὕτως εἶπεν·
6 ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι.
7 Ὦ μάταιοι ἑπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι.
8 Μάτην ἐφ' ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς.
9 Ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δὲ γήμαντες ἀνόνητοι· οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι.
10 Ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος·
11 οὐδ' ἄν ἀποθάνω, θάψοντα τῶν υἱῶν ἔξω τινά.- Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ.
12 Οὐδ' ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τίνα οὐδ' ὡς ἀαθνῃσκόντων ἐλυπήθη·
13 ἀλλ' ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμόν, μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα.
14 Ὦ μῆτερ δι' εὐσέβειαν Θεοῦ στρατιῶτι, πρεσβῦτι, καὶ γύναι, διὰ καρτερίαν καὶ τύραννον ἑνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός.
15 Καὶ γὰρ ὅτε συνελήφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβραΐδι φωνῇ·
16 ὦ παῖδες, γενναῖος ὁ ἀγών, ἐφ' ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίου νόμου.
17 Καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους.
18 Ἀναμνήσθητε ὅτι διὰ τὸν Θεὸν τοῦ κόσμου μετελάβετε, καὶ τοῦ βίου ἀπελαύσατε,
19 καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν Θεόν,
20 δι' ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἁβραὰμ ἔσπευδε τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ἰσαάκ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ' αὐτῶν ὁρῶν ὁ ΘΙσαὰκ οὐκ ἔπτηξεν.
21 Καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη, καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν Θεόν.
22 Καὶ ἡμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν Θεὸν ἔχοντες μὴ χαλεπαίνητε.
23 Ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις.
-24 Διὰ τούτων τῶν λόγων ἡ ἐπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα, ἀποθανεῖν ἔπεισε μᾶλλον ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ· 
25 ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι διὰ τὸν Θεὸν ἀποθανόντες ζῶσι τῷ Θεῷ, ὥσπερ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ καὶ πάντες οἱ πατριάρχαι.