Πρωτότυπο Κείμενο
λεγον δὲ καὶ τῶν δορυφόρων τινὲς ὡς ὅτε ἔμελλε καὶ αὐτὴ συλλαμβάνεσθαι  πρὸς θάνατον, ἵνα μὴ ψαύσειέ τις τοῦ σώματος ἑαυτῆς, ἑαυτὴν ἔρριψεν κατὰ τῆς πυρᾶς.
2 Ὦ μήτηρ σὺν ἑπτὰ παισί καταλύσασα τὴν τοῦ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ καὶ ἐπιδείξασα τὴν τῆς πίστεως γενναιότητα.
3 Καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τῶν παίδων γενναίως ἱδρυμένη, ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν.
4 Θάρρει τοιγαροῦν, ὦ μήτηρ ἱερόψυχε, τὴν ἐλπίδα τῆς ὑπομονῆς βεβαίαν ἔχουσα πρὸς τὸν Θεόν.
5 Οὐχ οὕτω σελήνη κατ' οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν, ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας Θεῷ καὶ ἐστήρισαι ἐν οὐρανῷ σὺν αὐτοῖς·
6 ἦν γὰρ ἡ παιδοποιΐα σου ἀπὸ Ἁβραὰμ τοῦ πατρός.
-7 Εἰ δὲ ἐξὸν ἡμῖν ἦν, ὥσπερ ἐπὶ τίνος πίνακας, ζωγραφῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες μητέρα ἑπτὰ τέκνων δι' εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν;
8 Καὶ γὰρ ἄξιον ἦν καὶ ἐπὶ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα·
9 ἐνταῦθα γέρων ἱερεὺς καὶ γυνὴ γηραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν, τὴν Ἑβραίων πολιτείαν καταλῦσαι θέλοντος,
10 οἳ καὶ ἐξεδίκησαν τὸ ἔθνος εἰς Θεὸν ἀφορῶντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες.
11 Ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δι' αὐτῶν γεγενημένος.
12 Ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι' ὑπομονῆς δοκιμάζουσα· τὸ νῖκος ἀφθαρσίᾳ ἐν ζωῇ πολυχρονίῳ.
13 Ἐλεάζαρ δὲ προηγωνίζετο, ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει, οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο·
14 ὁ τύραννος ἀντηγωνίζετο, ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει·
15 θεοσέβεια δὲ ἐνίκα, τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα.
16 Τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς θείας νομοθεσίας ἀθλητάς;
17 τίνες οὐκ ἐξεπλάγησαν;- Αὐτὸς γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συνέδριον αὐτῶν ἐξεθαύμασαν αὐτῶν τὴν ὑπομονήν.
18 Δι' ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασι θρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα.
19 Καὶ γὰρ φησιν ὁ Μωσῆς· καὶ πάντες οἱ ἠγιασμένοι ὑπὸ τὰς χεῖράς σου.
20 Καὶ οὗτοι οἱ ἁγιασθέντες διὰ Θεὸν τετίμηνται οὐ μόνον ταύτῃ τῇ τιμῇ ἀλλὰ καὶ τῷ δι' αὐτοὺς τοῦ ἔθνους ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι
21 καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι,
22 ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας· καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσε.
23 Πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν Ἀντίοχος, ἀνεκήρυξε τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονήν.
24 Ἔσχε τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησε πάντας τοὺς πολεμίους.