Πρωτότυπο Κείμενο
αὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται.
2 Καὶ ἐνετειλάμην τῷ Ἀνανίᾳ ἀδελφῷ μου καὶ τῷ Ἀνανίᾳ ἄρχοντι τῆς βιρὰ ἐν Ἱερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν Θεὸν παρὰ πολλούς,
3 καὶ εἶπα αὐτοῖς· οὐκ ἀνοιγήσονται πύλαι Ἱερουσαλὴμ ἕως ἄμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἱερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.
4 Καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.
5 Καὶ ἔδωκεν ὁ Θεός εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ.
6 Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνας καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰούδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
7 μετὰ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ Νεεμία Ἀζαρία καὶ Ρεελμὰ Ναεμανί, Μαρδοχαῖος, Βαλσάν, Μασφαράθ, Ἔσδρα, Βογουΐα, Ἰναούμ, Βαανά, Μασφάρ, ἄνδρες λαοῦ Ἰσραήλ·
8 υἱοὶ Φόρος δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·
9 υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταδύο·
10 υἱοὶ Ἠρὰ ἑξακόσιοι πεντηκονταδύο·
11 υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ἰωὰβ δισχίλιοι ἑξακόσιοι δεκαοκτώ·
12 υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
13 υἱοὶ Ζοθουΐα ὀκτακόσοι τεσσαρακονταπέντε·
14 υἱοὶ Ζακχοῦ ἑπτακόσιοι ἑξήκοντα·
15 υἱοὶ Βανουῒ ἑξακόσιοι τεσσαρακονταοκτώ·
16 υἱοὶ Βηβὶ ἑξακόσιοι εἰκοσιοκτώ·
17 υἱοὶ Ἀσγὰδ δισχίλιοι τριακόσιοι εἰκοσιδύο·
18 υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξηκονταεπτά·
19 υἱοὶ Βαγοῒ δισχίλιοι ἐξηκονταεπτά·
20 υἱοὶ Ἠδὶν ἐξακόσιοι πεντηκονταπέντε·
21 υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενηκονταοκτώ·
22 υἱοὶ Ἠσὰμ τριακόσιοι εἰκοσιοκτώ·
23 υἱοὶ Βεσεῒ τριακόσιοι εἰκοσιτέσσαρες·
24 υἱοὶ Ἀρὶφ ἑκατὸν δώδεκα· υἱοὶ Ἀσὲν διακόσιοι εἰκοσιτρεῖς·
25 υἱοὶ Γαβαὼν ἐνενηκονταπέντε·
26 υἱοὶ Βαιθαλὲμ ἑκατὸν εἰκοσιτρεῖς· υἱοὶ Ἀτωφὰ πεντηκονταέξ·
27 υἱοὶ Ἀναθὼθ ἑκατὸν εἰκοσιοκτῶ·
28 ἄνδρες Βηθασμὼθ τεσσαρακονταδύο·
29 ἄνδρες Καριαθαρίμ, Καφορὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·
30 ἄνδρες Ἀραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἴκοσιν· 
31 ἄνδρες Μαχεμὰς ἑκατὸν εἰκοσιδύο·
32 ἄνδρες Βαιθὴλ καὶ Ἀῒ ἑκατὸν εἰκοσιτρεῖς·
33 ἄνδρες Ναβία ἑκατὸν πεντηκονταδύο·
34 ἄνδρες Ἠλαμαὰρ χίλιοι διακόσιοι πεντηκονταδύο·
35 υἱοὶ Ἠράμ τριακόσιοι εἴκοσι·
36 υἱοὶ Ἱεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·
37 υἱοὶ Λοδαδὶδ καὶ Ὠνὼ ἑπτακόσιοι εἰκοσιεῖς· 
38 υἱοὶ Σανανὰ τρισχίλιοι ἑνακόσιοι τριάκοντα·
39 οἱ ἱερεῖς, υἱοὶ Ἰωδαὲ εἰς οἶκον Ἰησοῦ ἑνακόσιοι ἑβδομηκοντατρεῖς·
40 υἱοὶ Ἐμμὴρ χίλιοι πεντηκονταδύο·
41 υἱοὶ Φασεοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά·
42 υἱοὶ Ἠρὰμ χίλιοι δεκαεπτά·
43 οἱ Λευῖται, υἱοὶ Ἰησοῦ τοῦ Καδμιὴλ τοῖς υἱοῖς τοῦ Οὐδουΐα ἑβδομηκοντατέσσαρες·
44 οἱ ᾄδοντες, υἱοὶ Ἀσάφ ἑκατὸν τεσσαρακονταοκτώ·
45 οἱ πυλωροί, υἱοὶ Σαλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σαβί, ἑκατὸν τριακονταοκτώ·
46 οἱ ναθινίμ, υἱοὶ Σηά, υἱοὶ Ἀσφά, υἱοὶ Ταβαώθ,
47 υἱοὶ Κιράς, υἱοὶ ᾿Ασουΐα, υἱοὶ Φαδών,
48 υἱοὶ Λαβανά, υἱοὶ Ἀγαβά, υἱοὶ Σελμεΐ,
49 υἱοὶ Ἀνάν, υἱοὶ Γαδήλ, υἱοὶ Γαάρ,
50 υἱοὶ Ρααΐα, υἱοὶ Ρασσών, υἱοὶ Νεκωδά,
51 υἱοὶ Γηζάμ, υἱοὶ Ὀζι, υἱοὶ Φεσή,
52 υἱοὶ Βησί, υἱοὶ Μεϊνών, υἱοὶ Νεφωσασί,
53 υἱοὶ Βακβούκ, υἱοὶ Ἀχιφά, υἱοὶ Ἀρούρ,
54 υἱοὶ Βασαλώθ, υἱοὶ Μιδά, υἱοὶ Ἀδασάν,
55 υἱοὶ Βαρκουέ, υἱοὶ Σισαράθ, υἱοὶ Θημά,
56 υἱοὶ Νισιά, υἱοὶ Ἀτιφά,
57 υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σουτεΐ, υἱοὶ Σαφαράτ, υἱοὶ Φεριδά,
58 υἱοὶ Ἰελήλ, υἱοὶ Δορκών, υἱοὶ Γαδαήλ,
59 υἱοὶ Σαφατία, υἱοὶ Ἐττήλ, υἱοὶ Φακαράθ, υἱοὶ Σαβαΐμ, υἱοὶ Ἠμίμ·
60 πάντες οἱ ναθινίμ, καὶ υἱοὶ δούλων Σαλωμών, τριακόσιοι ἐνενηκονταδύο.
61 Καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελέθ, Θελαρησά, Χαρούβ, Ἠρών, Ἰεμήρ καὶ οὐκ ἐδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ἰσραὴλ εἰσιν·
62 υἱοί Δαλαία, υἱοὶ Τωβία, υἱοὶ Νεκωδά, ἑξακόσιοι τεσσαρακσνταδύο·
63 καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Ἐβία, υἱοὶ Ἀκώς, υἱοὶ Βερζελλί, ὅτι ἔλαβον ἀπὸ θυγατέρων Βερζελλὶ τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθησαν ἐπ' ὀνόματι αὐτῶν·
64 Οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς Ἱερατείας,
65 καὶ εἶπεν Ἀθερσασθά, ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς φωτίσων.
66 Καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα,
67 πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· καὶ ᾄδόντες καὶ ᾄδουσαι διακόσιοι τεσσαρακονταπέντε·
69 ὄνοι δισχίλιοι ἑπτακόσιοι.
70 Καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμία εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χωθωνὼθ τῶν ἱερέων τριάκοντα.
71 Καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυροὺς τοῦ ἔργου χρυσοῦ νομίσματος δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας τριακοσίας, καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χωθωνὼθ τῶν ἱερέων ἑξηκονταεπτά.
72 Καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινὶμ καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.