Πρωτότυπο Κείμενο
αὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας Ἀρτασασθὰ υἱὸς  Ἀχαλία καὶ Σεδεκίας
2 υἱὸς Ἀραία καὶ Ἀζαρία καὶ Ἱερμία,
3 Φασούρ. Ἀμαρία, Μελχία,
4 Ἀττούς, Σεβανί, Μολούχ,
5 Ἰράμ, Μεραμώθ, Ἀβδία,
6 Δανιήλ, Γανναθών, Βαρούχ,
7 Μεσουλάμ, Ἀβία, Μιαμίν,
8 Μααζία, Βελγαΐ, Σαμαΐα, οὗτοι ἱερεῖς·
9 καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Ἀζανία, Βαναίου ἀπὸ υἱῶν Ἠναδάδ, Καδμιὴλ
10 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, Ὠδουΐα, Καλιτάν, Φελία, Ἀνάν,
11 Μιχά, Ροώβ, Ἀσεβίας,
12 Ζακχώρ, Σαραβία, Σεβανία,
13 Ὠδούμ, υἱοὶ Βανουναΐ·
14 ἄρχοντες τοῦ λαοῦ Φόρος, Φαάθ, Μωάβ, Ἠλάμ, Ζαθουΐα, υἱοὶ Βανί,
15 Ἀσγάδ, Βηβαΐ,
16 Ἀδανία, Βογοΐ, Ἠδίν, 
17 Ἀτήρ, Ἐζεκία, Ἐζούρ,
18 Ὠδουΐα, Ἠσάμ, Βησί,
19 Ἀρίφ, Ἀναθώθ, Νωβαΐ,
20 Μεγαφής, Μεσουλλάμ, Ἠζίρ,
21 Μεσωζεβήλ, Σοδούκ, Ἰεδδούα,
22 Φαλτία, Ἀνάν, Ἀναΐα,
23 Ὡσηὲ, Ἀνανία, Ἀσούβ,
24 Ἀλωής,  Φαλαΐ, Σωβήκ,
25 Ρεούμ, Ἐσσαβανά, Μαασία,
26 καὶ Ἀΐα, Αἰνάν, Ἠνάμ,
27 Μαλούχ, Ἠράμ, Βαανά.
28 Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινὶμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ Θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων,
29 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν καὶ κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου καὶ τὰ κρίματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ.
30 Καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν.
31 Καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ' αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγία. Καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός.
32 Καὶ στήσομεν ἐφ' ἡμᾶς ἐντολὰς δοῦναι ἐφ' ἡμᾶς τρίτον τοῦ διδράχμου κατ' ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν 
33 εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ἰσραήλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν.
34 Καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατ' ἐνιαυτόν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ,
35 καὶ ἐνέγκαι τὰ πρωτογεννήματα τῇ γῇ ἡμῶν καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ' ἐνιαυτὸν εἰς οἶκον Κυρίου
36 καὶ τὰ πρωτοτόκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτοτόκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἔνεγκαι εἰς οἶκον Θεοῦ ἡμῶν τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν.
37 Καὶ τὴν ἀπαρχὴν σιτῶν ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις. Καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν·
38 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ἀαρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ Θεοῦ·
39 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες, καὶ οὐκ ἐγκαταλείψαμεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.