Πρωτότυπο Κείμενο
αὶ υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ, ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια·
2 ὅτι Ἰούδας δυνατὸς Ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ.
3 Υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼμ καὶ Χαρμί.
4 Υἱοὶ Ἰωήλ· Σεμεῒ καὶ Βαναία υἱὸς αὐτοῦ. Καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ·
5 υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ρηχά, υἱὸς αὐτοῦ Ἰωήλ,
6 υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ρουβήν.
7 Καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαρία
8 Καὶ Βαλὲκ υἱὸς Ἀζοὺζ υἱὸς Σαμά, υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν
9 καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.
10 Καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ' ἀνατολὰς τῆς Γαλαάδ.
11 Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῆ Βασὰν ἕως Σελχά.
12 Ἰωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ Ἰανὶν ὁ γραμματεὺς ἐν Βασάν.
13 Καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ Ἰωρεὲ καὶ Ἰωαχὰν καὶ Ζουέ, καὶ Ὠβήδ, ἑπτά.
14 Οὗτοι υἱοὶ Ἀβιχαία υἱοῦ Οὐρὶ υἱοῦ Ἰδαῒ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ Ἰεσαῒ υἱοῦ Ἰεδδαῒ υἱοῦ Ζαβουχὰμ
15 ἀδελφοῦ υἱοῦ Ἀβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν.
16 Κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου.
17 Πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραήλ.
18 Υἱοὶ Ρουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.
19 Καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Ἰτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων
20 καὶ κατίσχυσαν ἐπ' αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἑπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ' αὐτόν.
21 Καὶ ἠχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·
22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. Καὶ κατῴκησαν ἀντ' αὐτῶν ἕως τῆς μετοικεσίας.
23 Καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασάν ἕως Βαὰλ Ἑρμὼν καὶ Σανὶρ καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.
24 Καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὀφέρ καὶ Σεῒ καὶ Ἐλιὴλ καὶ Ἱερμία καὶ Ὠδουΐα καὶ Ἰεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.
25 Καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν.
26 Καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως  Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισε τὸν Ρουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.
27 Υἱοὶ  Λευί·  Γεδσών, Καὰθ  καὶ Μεραρί.
28 Καὶ υἱοὶ Καάθ· Ἄμβραμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζιήλ.
29 Καὶ υἱοὶ Ἄμβραμ· Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ, καὶ υἱοὶ Ἀαρών· Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεάζαρ καὶ Ἰθάμαρ.
30 Ἐλεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν Ἀβισού,
31 Ἀβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαῒ ἐγέννησε τὸν Ὀζί,
32 Ὀζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ
33 καὶ Μαριὴλ ἐγέννησε τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτώβ,
34 καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Ἀχιμάας,
35 καὶ Ἀχιμάας ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Ἰωανάν,
36 καὶ Ἰωανὰν ἐγέννησε τὸν Ἀζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν Ἱερουσαλήμ.
37 Καὶ ἐγέννησεν Ἀζαρίας τὸν Ἁμαρία, καὶ Ἁμαρία ἐγέννησε τὸν Ἁχιτώβ,
38 καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ,
39 καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν Ἀζαρίαν,
40 καὶ Ἀζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν Ἰωσαδάκ,
41 καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν μετοικεσίᾳ μετὰ Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.