Πρωτότυπο Κείμενο
αὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ.
2 Καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδάβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ.
3 Καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὖρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.
4 Καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι, καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ ρομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν.
5 Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοὶ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε.
6 Καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε.
7 Καὶ εἶδε πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.
8 Καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαούλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ.
9 Καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·
10 καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ Θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών.
11 Καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἄπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ Ἰσραήλ.
12 Καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ἰαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ἰαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.
13 Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης·
14 καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ Ἰεσσαί.