Πρωτότυπο Κείμενο
αὶ ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.
2 Καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· πορεύθητε, ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.
3 Καὶ εἶπεν Ἰωάβ· προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἐκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἱνατί ζητεῖ κύριός μου τοῦτο; Ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ.
4 Τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ Ἰωάβ, καὶ ἐξῆλθεν Ἰωὰβ καὶ διῆλθεν ἐν παντὶ Ἰσραὴλ καὶ ἦλθεν εἰς Ἱερουσαλήμ.
5 Καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς Ἰσραὴλ χίλιοι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ Ἰούδα τετρακόσιοι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐστιασμένων μάχαιραν.
6 Καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.
7 Καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν Ἰσραήλ.
8 Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.
9 Καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων·
10 πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων· οὕτω λέγει Κύριος· τρία αἱρῶ ἐγὼ ἐπί σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
11 Καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ· οὕτως λέγει Κύριος. Ἔκλεξαι σεαυτῷ
12 ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.
13 Καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα. Καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.
14 Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
15 Καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. Καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ, καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι· ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
16 Καὶ ἐπῆρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
17 Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; Καὶ ἐγὼ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεὸς γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.
18 Καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰβουσαίου.
19 Καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.
20 Καὶ ἐπέστρεψεν Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ' αὐτοῦ μεθαχαβίν· καὶ Ὀρνὰ ἦν ἁλοῶν πυρούς.
21 Καὶ ἦλθε Δαυὶδ πρὸς Ὀρνά, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
22 Καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνά· δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ  οἰκοδομήσω ἐπ' αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
23 Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυίδ· λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.
24 Καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνά· οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἃ ἐστί σοι Κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.
25 Καὶ ἔδωκε Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
26 Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ καὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν.
27 Καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.
28 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἑπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ του Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ.
29 Καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών·
30 καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου.