Πρωτότυπο Κείμενο
ρεῖσσόν ἐστι πτωχὸς πορευόμενος ἐν ἀπλότητι αὐτοῦ ἢ στρεβλὸς τοῖς χείλεσιν αὐτοῦ, καὶ αὐτὸς ἀνόητος.(Οἱ δύο πρῶτοι στίοι (1, 2), ὑπάρχουν εἰς τὸ εβραϊκὸν κείμενον, οἱ ὁποῖοι ὑπὸ τοῦ Θεοδοτίωνος ἔχουν μεταφρασθῆ εἰς τν ἐλληνικὴν ὡ ἐξῆς:) 
2 Καί γε χωρὶς ἐπιστήμης ψυχὴ οὐκ ἀγαθή· καὶ ὁ σπεύδων τοῖς ποσὶν ἁμαρτάνει.
3 Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
4 Πλοῦτος προστίθησι φίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
5 Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
6 Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων. Πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
7 Πᾶς, ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. Ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν, ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακία, ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται.
8 Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἐαυτός ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθ.
9 Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὃς δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς.
10 Οὐ συμφέρει ἄφρονι τρυφή, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ' ὕβρεως δυναστεύειν.
11 Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
12 Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος, ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
13 Αἰσχύνη πατρὶ υἱὸς ἄφρων· οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
14 Οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παισί, παρὰ δὲ Κυρίου ἀρμόζεται γυνὴ ἀνδρί.
15 Δειλία κατέχει ἀνδρόγυνον, ψυχὴ δὲ ἀέργου πεινάσει.
16 Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
17 Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ.
18 Παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
19 Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
20 Ἄκουε, υἱέ, παιδείαν πατρός σου ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου;
21 Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρὸς ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει.
22 Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης.
23 Φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ φόβος αὐλισθήσεται ἐν τόποις, οὖ οὐκ ἐπισκοπεῖται γνῶσις.
24 Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς.
25 Λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.
26 Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται.
27 Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ρήσεις κακάς.
28 Ὁ ἐγγυώμενος παῖδα ἄφρονα κοθυβρίσει δικαίωμα, στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις.
29 Ἑτοιμάζονται ἀκολάστοις μάστιγες, καὶ τιμωρίαι ὁμοίως ἄφροσιν.