Πρωτότυπο Κείμενο
ἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι  μετ' αὐτῶν·
2 ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
3 Μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται.
4 Μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
5 Κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
6 Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
7 Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις. Ἀπαιδεύτοις συναντᾷ θάνατος,
9 ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. Ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ
10 ἐμμολυνθήσεται ἐν ἡμέρᾳ  καὶ ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.
11 Ρῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·
12 ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει, καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
13 Φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·
14 οὕτως αἰσθήσῃ σοφίαν τῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
15 Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·
16 ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
17 Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
18 ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ.
19 Μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς·
20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
21 Φοβοῦ τὸν Θεόν, υἱέ, καὶ βασιλέα, καὶ μηθετέρω αὐτῶν ἀπειθήσῃς·
22 ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τὶς γνώσεται;
23 (Μασ. ΚΔ', 23) Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν. Αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
24 Ὁ εἰπὼν τὸν ἀσεβῆ· δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία·
26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
27 Ἐτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
28 Μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι.
29 Μὴ εἴπῃς· ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὰν ἅ με ἠδίκησεν.
30 Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
31 ἐὰν ἁφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
32 Ὕστερον ἐγώ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν,
33 ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη· 
34 ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
Πληροφορίες:
Μασ. ΚΘ' 27 Μετεφέρθη στὸ Κεφάλαιον ΚΘ'
Μασ. Λ' 1 Μετεφέρθη στὸ Κεφάλαιον Λ'
Μασ. Λ' 15 Μετεφέρθη στὸ Κεφάλαιον Λ'
Μασ. ΛΑ' 1 Μετεφέρθη στὸ Κεφάλαιον ΛΑ'
Ἡ μεταφορά ἔγινε μόνο γιὰ λόγους σύγκρισης μεταξὺ τῶν κειμένων.